Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.1 Joseph. AJ 17.3 (English) >>Joseph. AJ 17.7

17.1

Ἀντιπάτρῳ note δὲ ἀραμένῳ τοὺς ἀδελφοὺς ἀσεβείᾳ τε τῇ ὑστάτῃ καὶ ἀλαστορίᾳ τῇ ἐπʼ αὐτοῖς τὸν πατέρα περιβεβληκότι οὔτι κατὰ γνώμας ἐλπὶς τοῦ αὖθις βίου ἦν· ἀπαλλαγεὶς γὰρ φόβου τοῦ ἐπὶ τῇ ἀρχῇ διὰ τὸ τῶν ἀδελφῶν μὴ ἐπικοινωνῆσον, ἐργωδέστερον καὶ ἄπορον αὐτῷ εὕρισκεν τὸ τῆς βασιλείας περιγενέσθαι· τοσόνδʼ ἐφύη τῷ ἔθνει μῖσος πρὸς αὐτόν. 17.2ὄντος δὲ αὐτῷ καὶ τοῦδε χαλεποῦ πλειόνως παρελύπει τὸ στρατιωτικὸν ἀλλοτρίως ἔχον τῇ γνώμῃ πρὸς αὐτόν, εἰς οὓς τὰ πάντα ἦν τοῖς βασιλεῦσιν ἀνακείμενα τοῦ οἰκείου ἀσφαλοῦς, ὁπότε τύχοι τὸ ἔθνος νεωτέρων ὀριγνώμενον πραγμάτων· τοσόνδε κίνδυνον ἐμνήστευσεν αὐτῷ ὄλεθρος τῶν ἀδελφῶν. 17.3οὐ μὴν ἀλλὰ καὶ συνῆρχέν γε τῷ πατρὶ οὐδὲν ἄλλο ὡς βασιλεὺς ὢν καὶ ἐπιστεύετο παρʼ αὐτῷ μειζόνως, ἐξ ὧν ἀπολωλέναι καλῶς εἶχεν εὐνοίας βεβαιώματα εὑρημένος, ὡς ἐπʼ ἀσφαλείᾳ σωτηρίας τῆς Ἡρώδου τοὺς ἀδελφοὺς ἐνδεδειχώς, ἀλλʼ οὐκ ἔχθρᾳ τῇ πρὸς ἐκείνους καὶ πρὸ αὐτῶν πρὸς τὸν πατέρα τοιαίδε αὐτὸν περιεσπένδον ἀραί. 17.4ἅπερ δὴ πάντα μηχαναὶ τῆς ἐπὶ τὸν Ἡρώδην ὁδοῦ ἵσταντο Ἀντιπάτρῳ, ἐρημοῦντι αὐτὸν μὲν κατηγόρων ἐφʼ οἷς πράττειν διενοεῖτο, Ἡρώδην δὲ καταφυγῆς οἳ βοηθοῖεν αὐτῷ τοῦ Ἀντιπάτρου φανερῶς πολεμίου καταστάντος·



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.1 Joseph. AJ 17.3 (English) >>Joseph. AJ 17.7

Powered by PhiloLogic